Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18.91 Joseph. AJ 18.96 (English) >>Joseph. AJ 18.101

18.94ἑπτὰ δʼ ἡμέραις πρὸ τῆς ἑορτῆς ἀπεδίδοτο αὐτοῖς ὑπὸ τοῦ φρουράρχου, καὶ ἁγνισθείσῃ χρησάμενος ἀρχιερεὺς μετὰ μίαν τῆς ἑορτῆς ἡμέραν ἀπετίθετο αὖθις εἰς τὸν οἶκον, ᾗπερ ἔκειτο καὶ πρότερον. τοῦτο ἐπράττετο τρισὶν ἑορταῖς ἑκάστου ἔτους καὶ τὴν νηστείαν. 18.95Οὐιτέλλιος δὲ ἐπὶ τῷ ἡμετέρῳ πατρίῳ ποιεῖται τὴν στολήν, τε κείσοιτο μὴ πολυπραγμονεῖν ἐπισκήψας τῷ φρουράρχῳ καὶ ὁπότε δέοι χρῆσθαι. καὶ ταῦτα πράξας ἐπὶ εὐεργεσίᾳ τοῦ ἔθνους καὶ τὸν ἀρχιερέα Ἰώσηπον τὸν Καϊάφαν ἐπικαλούμενον ἀπαλλάξας τῆς ἱερωσύνης Ἰωνάθην καθίστησιν Ἀνάνου τοῦ ἀρχιερέως υἱόν. ἐπʼ Ἀντιοχείας δʼ αὖθις ἐποιεῖτο τὴν ὁδόν. 18.96

Πέμπει δὲ καὶ Τιβέριος ὡς Οὐιτέλλιον γράμματα, κελεύων αὐτῷ πράσσειν φιλίαν πρὸς Ἀρτάβανον τὸν Πάρθων βασιλέα· ἐφόβει γὰρ αὐτὸν ἐχθρὸς ὢν καὶ Ἀρμενίαν παρεσπασμένος μὴ ἐπὶ πλέον κακουργῇ· πιστεύειν δὲ τῇ φιλίᾳ μόνως ὁμήρων αὐτῷ διδομένων, μάλιστα δὲ τοῦ Ἀρταβάνου υἱέος. 18.97ταῦτα δὲ γράφων Τιβέριος πρὸς τὸν Οὐιτέλλιον μεγάλαις δόσεσι χρημάτων πείθει καὶ τὸν Ἰβήρων καὶ τὸν Ἀλβανῶν βασιλέα πολεμεῖν Ἀρταβάνῳ μηδὲν ἐνδοιάσαι. οἱ δὲ αὐτοὶ μὲν ἀντεῖχον, Ἀλανοὶ δὲ δίοδον αὐτοῖς διδόντες διὰ τῆς αὐτῶν καὶ τὰς θύρας τὰς Κασπίας ἀνοίξαντες ἐπάγουσι τῷ Ἀρταβάνῳ. 18.98καὶ τε Ἀρμενία ἀφῄρητο αὖθις καὶ πλησθείσης πολέμων τῆς Παρθυαίων γῆς οἵ τε πρῶτοι τῶν τῇδε ἐκτείνοντο ἀνδρῶν ἀνάστατά τε ἦν αὐτοῖς τὰ πάντα καὶ τοῦ βασιλέως υἱὸς ἐκ τουτωνὶ τῶν μαχῶν ἔπεσε μετὰ πολλῶν στρατοῦ μυριάδων.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18.91 Joseph. AJ 18.96 (English) >>Joseph. AJ 18.101

Powered by PhiloLogic